V B 582

DIO. CHRYSOST. orat IV (4): ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ:

(1) φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν. ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενος οὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν. (2) οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίας τε καὶ δυνάμεως, ὥστε οὐ μόνον τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τἄλλα ἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν. (3) ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν [ἐκείνην], εἴποιμ' ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων.
(4) ἦν μὲν γάρ, ὥς φασιν, ὁ Ἀλέξανδρος ἀνθρώπων φιλοτιμότατος καὶ μάλιστα δόξης ἐραστὴς καὶ τοῦ καταλιπεῖν ὡς μέγιστον αὑτοῦ ὄνομα ἐν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, καὶ ἐπεθύμει γε τιμᾶσθαι σχεδὸν οὐχ ὑπὸ τῶν ἀνθρώπων μόνον πανταχοῦ, ἀλλ' εἴ πως δυνατὸν ἦν, ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἐν τοῖς ὄρεσι θηρίων. (5) τῶν μὲν οὖν ἄλλων πάντων κατεφρόνει καὶ οὐδένα ᾤετο ἀξιόμαχον αὑτῷ περὶ τούτου τοῦ πράγματος, οὔτε τὸν Πέρσην οὔτε τὸν Σκύθην οὔτε τὸν Ἰνδὸν οὔτε ἐν τοῖς Ἕλλησιν οὐδένα <οὔτε> ἄνδρα οὔτε πόλιν. (6) ᾐσθάνετο γὰρ ὅτι μικροῦ διεφθαρμένοι πάντες εἰσὶ τὰς ψυχὰς ὑπὸ τρυφῆς καὶ ἀργίας καὶ τοῦ κερδαίνειν καὶ ἡδονῆς ἥττονες. περὶ Διογένους δὲ πυνθανόμενος τῶν τε λόγων οὓς ἔλεγεν καὶ τῶν ἔργων ἃ ἔπραττεν, καὶ ὅπως διήνεγκε τὴν φυγήν, ἐνίοτε μὲν κατεφρόνει τῆς τε πενίας τἀνδρὸς καὶ τῆς εὐτελείας, ἅτε νέος ὢν καὶ τραφεὶς ἐν βασιλικῷ τύφῳ, (7) πολλάκις δὲ ἐθαύμαζε καὶ ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης, ὅτι τοιοῦτος ὢν πᾶσι τοῖς Ἕλλησι γιγνώσκοιτο καὶ θαυμάζοιτο, καὶ οὐδεὶς ἠδύνατο τῶν ἄλλων οἷος ἐκεῖνος γενέσθαι τῇ φιλοτιμίᾳ˙ (8) καὶ ὅτι αὐτῷ μὲν ἔδει τῆς Μακεδόνων φάλαγγος καὶ τοῦ Θετταλῶν ἱππικοῦ καὶ Θρᾳκῶν καὶ Παιόνων καὶ ἄλλων πολλῶν, εἰ μέλλοι βαδίζειν ὅποι βούλοιτο καὶ τυγχάνειν ὧν ἐπιθυμοῖ˙ ὁ δὲ μόνος ἀπῄει πάνυ ἀσφαλῶς οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτός, ἔνθα αὐτῷ ἐδόκει˙ (9) καὶ ὅτι αὐτὸς μὲν χρυσίου καὶ ἀργυρίου παμπόλλου ἐδεῖτο, ὥστε ἐπιτελέσαι τι ὧν ἐβούλετο˙ ἔτι δὲ εἰ μέλλοι πειθομένους ἕξειν Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, θεραπευτέον αὐτῷ τούς τε ἄρχοντας καὶ τὸν ἄλλον ὄχλον λόγοις τε καὶ δώροις πολλάκις˙ (10) ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐδὲ τὸν τῶν Περσῶν τε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας. (11) διὰ ταῦτα δὴ δακνόμενος, εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο, τυχὸν δέ τι καὶ ὠφεληθήσεσθαι νομίζων ἀπὸ τῆς συνουσίας τἀνδρός, πάλαι μὲν ἐπεθύμει θεάσασθαι τὸν ἄνδρα καὶ συγγενέσθαι αὐτῷ˙ (12) ἐπεὶ δὲ ἧκεν εἰς Κόρινθον καὶ τάς τε πρεσβείας ἀπεδέξατο τὰς παρὰ τῶν Ἑλλήνων καὶ τἄλλα τὰ τῶν ξυμμάχων διῴκησεν, ἔφη τοῖς περὶ αὐτὸν ὅτι σχολάσαι τι βούλοιτο, καὶ ᾤχετο, οὐκ ἐπὶ θύρας τοῦ Διογένους˙ οὐ γὰρ ἦσαν αὐτῷ θύραι οὔτε μείζους οὔτε ἐλάττους, οὐδὲ οἶκος ἴδιος οὐδὲ ἑστία, καθάπερ τοῖς μακαρίοις, (13) ἀλλὰ οἴκοις μὲν ἐχρῆτο ταῖς πόλεσι, καὶ ἐνταῦθα διέτριβεν ἐν τοῖς κοινοῖς τε καὶ ἱεροῖς, ἅπερ ἱδρύονται τοῖς θεοῖς, ἑστίαν δὲ ἐνόμιζε τὴν γῆν ἅπασαν, ἥπερ ἐστὶ κοινὴ τῶν ἀνθρώπων ἑστία καὶ τροφός. (14) καὶ τότε ἐτύγχανεν ἐν τῷ Κρανείῳ διατρίβων μόνος˙ οὐδὲ γὰρ μαθητάς τινας οὐδὲ τοιοῦτον ὄχλον περὶ αὑτὸν εἶχεν, ὥσπερ οἱ σοφισταὶ καὶ αὐληταὶ καὶ οἱ διδάσκαλοι τῶν χορῶν. προσῆλθεν οὖν αὐτῷ καθημένῳ καὶ ἠσπάσατο. καὶ ὃς ἀνέβλεψε πρὸς αὐτὸν γοργόν, ὥσπερ οἱ λέοντες, καὶ ἐκέλευσεν ἀποστῆναι σμικρόν˙ ἐτύγχανε γὰρ ἀλεαινόμενος πρὸς τὸν ἥλιον. (15) ὁ οὖν Ἀλέξανδρος εὐθὺς ἠγάσθη τοῦ ἀνδρὸς τὸ θάρσος καὶ τὴν ἡσυχίαν, ὅτι οὐ κατεπλάγη ἐπιστάντος αὐτῷ. καὶ γάρ πως πεφύκασιν οἱ μὲν θαρραλέοι τοὺς θαρραλέους φιλεῖν, οἱ δὲ δειλοὶ τοὺς μὲν ὑφορῶνται καὶ μισοῦσιν ὡς ἐχθρούς, τοὺς δὲ ἀγεννεῖς προσίενται καὶ ἀγαπῶσιν. ὅθεν τοῖς μὲν ἀλήθεια καὶ παρρησία πάντων ἐστὶν ἥδιστον, τοῖς δὲ κολακεία καὶ ψεῦδος, καὶ ἀκούουσιν ἡδέως οἱ μὲν τῶν πρὸς χάριν ὁμιλούντων, οἱ δὲ τῶν πρὸς ἀλήθειαν. (16) ὁ οὖν Διογένης ὀλίγον ἐπισχὼν ἤρετο αὐτὸν ὅστις εἴη καὶ τί βουλόμενος ἥκοι πρὸς αὐτόν, ἤ, ἔφη, τῶν ἐμῶν τι ληψόμενος; Ἦ γάρ, ἔφη, χρήματα ἔστι σοι καὶ ἔχεις ὅτου ἂν μεταδοίης; Πολλά γε, εἶπε, καὶ πολλοῦ ἄξια, ὧν σὺ οὐκ οἶδα εἴ ποτε δυνήσῃ μεταλαβεῖν. οὐ μέντοι ἄορας οὐδὲ λέβητας οὐδὲ κρατῆρας οὐδὲ κλίνας καὶ τραπέζας τυγχάνω κεκτημένος, ὥς τινές φασι κεκτῆσθαι Δαρεῖον ἐν Πέρσαις. (17) Τί δέ, ἔφη, ὀυκ οἶσθα Ἀλέξανδρον τὸν βασιλέα; Τό γε ὄνομα, εἶπεν, ἀκούω πολλῶν λεγόντων, ὡς κολοιῶν περιπετομένων, αὐτὸν δὲ οὐ γιγνώσκω˙ οὐ γάρ εἰμι ἔμπειρος αὐτοῦ τῆς διανοίας. Ἀλλὰ νῦν, ἔφη, γνώσῃ καὶ τὴν διάνοιαν˙ ἥκω γὰρ ἐπ' αὐτὸ τοῦτο, ἐμαυτόν τε παρέξων σοι καταμαθεῖν καὶ σὲ ὀψόμενος. (18) Ἀλλὰ χαλεπῶς, ἔφη, με ἂν ἴδοις, ὥσπερ τὸ φῶς οἱ τὰ ὄμματα ἀσθενεῖς. τόδε δέ μοι εἰπέ, σὺ ἐκεῖνος εἶ Ἀλέξανδρος, ὃν λέγουσιν ὑποβολιμαῖον; καὶ ὃς ἀκούσας ἠρυθρίασε μὲν καὶ ὠργίσθη, κατέσχε δ' ἑαυτόν˙ μετενόει δέ, ὅτι εἰς λόγους ἠξίωσεν ἐλθεῖν ἀνδρὶ σκαιῷ τε καὶ ἀλαζόνι, ὡς αὐτὸς ἐνόμιζεν. (19) ὁ οὖν Διογένης καταμαθὼν αὐτὸν τεταραγμένον ἐβουλήθη μεταβαλεῖν αὐτοῦ τὴν ψυχήν, ὥσπερ οἱ παῖδες τοὺς ἀστραγάλους. εἰπόντος δὲ αὐτοῦ, Πόθεν δέ σοι ἐπῆλθεν ἡμᾶς ὑποβολιμαίους εἰπεῖν; Ὁπόθεν, ἔφη, καὶ τὴν μητέρα σου ἀκούω ταῦτα περὶ σοῦ λέγειν. ἢ οὐκ Ὀλυμπιάς ἐστιν ἡ εἰποῦσα ὅτι οὐκ ἐκ Φιλίππου τυγχάνεις γεγονώς, ἀλλ' ἐκ δράκοντος ἢ Ἄμμωνος ἢ οὐκ οἶδα ὅτου ποτὲ θεῶν ἢ ἀνθρώπων ἢ θηρίων; καίτοι οὕτως ὑποβολιμαῖος ἂν εἴης. (20) ἐνταῦθα ὁ Ἀλέξανδρος ἐμειδίασεν, καὶ ἥσθη ὡς οὐδέποτε, καὶ ἔδοξεν αὐτῷ ὁ Διογένης οὐ μόνον οὐ σκαιός, ἀλλὰ καὶ δεξιώτατος ἁπάντων καὶ μόνος εἰδὼς χαρίζεσθαι. Τί οὖν, ἔφη, πότερον ἀληθὴς ἢ ψευδὴς εἶναι δοκεῖ σοι ὁ λόγος; Ἄδηλον, ἔφη, ἐστίν˙ (21) ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν˙ (22) ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς, ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλ' οὐ τῶν ἀνδραπόδων οὐδὲ τῶν φαύλων τε καὶ ἀγεννῶν οὐδενός˙ ἐὰν δὲ δειλὸς ᾖς καὶ τρυφερὸς καὶ ἀνελεύθερος, οὔτε σοι θεῶν οὔτε ἀνθρώπων τῶν ἀγαθῶν προσήκει. (23) ἀλλὰ τοῖς μὲν ἐν Θήβαις Σπαρτοῖς ποτε λεγομένοις σημεῖον λέγεται εἶναι τοῦ γένους λόγχη τις οἶμαι ἐπὶ τοῦ σώματος˙ ὅστις δὲ τοῦτο τὸ σημεῖον μὴ ἔχοι, οὐ δοκεῖν τῶν Σπαρτῶν εἶναι˙ τοῖς δὲ τοῦ Διὸς ἐκγόνοις οὐκ οἴει σημεῖον ἐνεῖναι τῇ ψυχῇ, ἐξ οὗ φανεροὶ ἔσονται τοῖς δυναμένοις γνωρίζειν εἴτε ἐξ ἐκείνου γεγονότες εἰσὶν εἴτε μή; πάνυ οὖν ἥσθη τούτῳ τῷ λόγῳ ὁ Ἀλέξανδρος. (24) μετὰ δὲ τοῦτο ἤρετο αὐτόν, Πῶς ἄν, ἔφη, κάλλιστα βασιλεύοι τις; καὶ ὃς δεινὸν ὑποβλέψας, Ἀλλ' οὐδὲ ἔστιν, ἔφη, βασιλεύειν κακῶς οὐ μᾶλλον ἢ κακῶς ἀγαθὸν εἶναι. ὁ γὰρ βασιλεὺς ἀνθρώπων ἄριστός ἐστιν, ἀνδρειότατος ὢν καὶ δικαιότατος καὶ φιλανθρωπότατος καὶ ἀνίκητος ὑπὸ παντὸς πόνου καὶ πάσης ἐπιθυμίας. (25) ἢ σὺ οἴει τὸν ἀδύνατον ἡνιοχεῖν ἡνίοχον εἶναι τοῦτον; ἢ τὸν ἄπειρον τοῦ κυβερνᾶν κυβερνήτην, ἢ τὸν οὐκ ἐπιστάμενον ἰᾶσθαι ἰατρόν; οὐκ ἔστιν. καθάπερ οὖν οὐκ ἔστι κυβερνᾶν μὴ κυβερνητικῶς, οὕτως οὐδὲ βασιλεύειν μὴ βασιλικῶς, οὐδ' ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ πολλὰ διαδήματα καὶ σκῆπτρα καὶ τιάρας προσάψωσιν αὐτῷ, καθάπερ τὰ περιδέραια τοῖς ἐκτιθεμένοις παιδίοις, ἵνα μὴ ἀγνοῆται. (26) καὶ ὁ Ἀλέξανδρος φοβηθεὶς μὴ ἄρα ἄπειρος ἀναφανῇ τῆς βασιλικῆς ἐπιστήμης, Καὶ τίς, ἔφη, σοι δοκεῖ τὴν τέχνην ταύτην παραδιδόναι; ἢ ποῖ δεῖ πορευθέντα μαθεῖν; (27) ὁ οὖν Διογένης εἶπεν, Ἀλλ' ἐπίστασαι αὐτήν, εἴπερ ἀληθὴς ὁ τῆς Ὀλυμπιάδος λόγος καὶ γέγονας ἐκ τοῦ Διός˙ ἐκεῖνος γάρ ἐστιν ὁ τὴν ἐπιστήμην ταύτην πρῶτος καὶ μάλιστα ἔχων καὶ οἷς ἐθέλει μεταδιδούς˙ οἷς δὲ ἂν μεταδῷ, πάντες οὗτοι Διὸς παῖδές εἰσί τε καὶ λέγονται. (28) ἢ σὺ οἴει τοὺς σοφιστὰς εἶναι τοὺς διδάσκοντας βασιλεύειν; ἀλλ' ἐκείνων μὲν οἱ πολλοὶ οὐχ ὅπως βασιλεύειν, ἀλλ' οὐδὲ ζῆν ἴσασιν. (29) οὐκ οἶσθα, ἔφη, ὅτι διττή ἐστιν ἡ παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνης; ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην˙ ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο.(30) καλοῦσι δὲ οἱ πολλοὶ ταύτην μὲν παιδείαν, καθάπερ οἶμαι παιδιάν, καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα, Περσικά τε καὶ Ἑλληνικὰ καὶ τὰ Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον˙ πάλιν δὲ ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα [καὶ τὸν ἄνθρωπον]˙ τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην. (31) καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους [πεπαιδευμένους], ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ. (32) καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλ' οὐδ' ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος˙ ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός. (33) οὐ γὰρ μαθεῖν, ἀλλ' ὑπομνησθῆναι δεῖται μόνον˙ ἔπειτα εὐθὺς οἶδέν τε καὶ ἐγνώρισεν, ὡς ἂν ἐξ ἀρχῆς τὰ δόγματα ἔχων ταῦτα ἐν τῇ αὑτοῦ διανοίᾳ. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς ἄπεισιν˙ ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι σοφιστῇ, κατατρίψει περιάγων αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος. (34) ὥσπερ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες ἐν τῇ θήρᾳ μηδὲν ξυνεῖσαι μηδὲ γνωρίσασαι τὸ ἴχνος ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡς εἰδυῖαί τε καὶ δρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθεγγομέναις, (35) τούτων δ' αἱ μὲν ἄφθογγοι καὶ σιωπῶσαι μόναι αὐταὶ ἐξαπατῶνται, αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας θορυβοῦσι καὶ φιλοτιμοῦνται ἄλλας ἐξαπατᾶν, τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺς καλουμένους σοφιστὰς πολὺν ὄχλον ἐνίοτε συνεπόμενον ἀνθρώπων ἠλιθίων˙ καὶ γνώσῃ ὅτι οὐδὲν διαφέρει σοφιστὴς ἄνθρωπος εὐνούχου ἀκολάστου. (36) καὶ ὃς ἀκούσας ἐθαύμασε κατὰ τί τὸν σοφιστὴν εὐνούχῳ παρέβαλεν, καὶ ἤρετο αὐτόν. Ὅτι, εἶπε, τῶν εὐνούχων φασὶν οἱ ἀσελγέστατοι ἄνδρες εἶναι καὶ ἐρᾶν τῶν γυναικῶν, καὶ συγκαθεύδουσιν αὐταῖς καὶ ἐνοχλοῦσι, γίγνεται δ' οὐδὲν πλέον, οὐδ' ἂν τάς τε νύκτας καὶ τὰς ἡμέρας συνῶσιν αὐταῖς. (37) καὶ παρὰ τοῖς σοφισταῖς οὖν πολλοὺς εὑρήσεις γηράσκοντας ἀμαθεῖς, πλανωμένους ἐν τοῖς λόγοις πολὺ κάκιον ἢ τὸν Ὀδυσσέα φησὶν Ὅμηρος ἐν τῇ θαλάττῃ, καὶ πρότερον εἰς ᾅδου ἂν ἀφίκοιτο, ὥσπερ ἐκεῖνος, ἢ γένοιτο ἀνὴρ ἀγαθὸς λέγων τε καὶ ἀκούων. (38) καὶ σύ, ἐπείπερ οὕτω πέφυκας, ἐὰν τύχῃς ἐπισταμένου ἀνδρός, ἱκανή σοί ἐστι μία ἡμέρα πρὸς τὸ συνιδεῖν τὸ πρᾶγμα καὶ τὴν τέχνην, καὶ οὐδὲν ἔτι δεήσῃ ποικίλων σοφισμάτων ἢ λόγων˙ ἐὰν δὲ μὴ τύχῃς διδασκάλου τοῦ Διὸς ἢ ἄλλου τοιούτου, ταχὺ καὶ σαφῶς φράζοντος ἃ δεῖ ποιεῖν, οὐδέν σοι πλέον, οὐδὲ ἂν ὅλον κατατρίψῃς τὸν βίον ἀγρυπνῶν τε καὶ ἀσιτῶν παρὰ τοῖς κακοδαίμοσι σοφισταῖς. (39) τοῦτο δὲ οὐκ ἐγὼ λέγω νῦν, ἀλλ' Ὅμηρος ἐμοῦ πρότερος. ἢ οὐκ ἔμπειρος εἶ τῶν Ὁμήρου ἐπῶν; ὁ δὲ Ἀλέξανδρος μέγιστον ἐφρόνει, ὅτι ἠπίστατο μὲν τὸ ἕτερον ποίημα ὅλον, τὴν Ἰλιάδα, πολλὰ δὲ καὶ τῆς Ὀδυσσείας. θαυμάσας οὖν ἔφη, Καὶ ποῦ διείλεκται περὶ τούτων Ὅμηρος; Ἐκεῖ, ἔφη, ὅπου τὸν Μίνω λέγει τοῦ Διὸς ὀαριστήν. (40) ἢ οὐ τὸ ὀαρίζειν ὁμιλεῖν ἐστιν; οὐκοῦν ὁμιλητὴν τοῦ Διός φησιν αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἔφη μαθητήν. ἆρ' οὖν ὑπὲρ ἄλλων αὐτὸν οἴει [μανθάνειν τε καὶ] ὁμιλεῖν τῷ Διὶ πραγμάτων ἢ τῶν δικαίων καὶ βασιλικῶν; ἐπεί τοι καὶ λέγεται δικαιότατος ὁ Μίνως πάντων γενέσθαι. (41) πάλιν δὲ ὅταν λέγῃ διοτρεφεῖς τοὺς βασιλέας καὶ διιφίλους, ἄλλο τι οἴει λέγειν αὐτὸν ἢ τὴν τροφὴν ταύτην, ἣν ἔφη εἶναι διδασκαλίαν καὶ μαθητείαν; ἢ σὺ οἴει λέγειν αὐτὸν ὑπὸ τοῦ Διὸς τοὺς βασιλέας τρέφεσθαι ὥσπερ ὑπὸ τίτθης γάλακτι καὶ οἴνῳ καὶ σιτίοις, ἀλλ' οὐκ ἐπιστήμῃ καὶ ἀληθείᾳ; (42) ὁμοίως δὲ καὶ φιλίαν οὐκ ἄλλην ἢ τὸ ταὐτὰ βούλεσθαι καὶ διανοεῖσθαι, ὁμόνοιάν τινα οὖσαν. οὕτως γὰρ δήπου καὶ τοῖς ἀνθρώποις δοκοῦσιν οἱ φίλοι πάντων μάλιστα ὁμονοεῖν καὶ μὴ διαφέρεσθαι περὶ μηδενός. (43) ὃς ἂν οὖν τῷ Διὶ φίλος ᾖ καὶ ὁμονοῇ πρὸς ἐκεῖνον, ἔσθ' ὅπως ἀδίκου τινὸς ἐπιθυμήσει πράγματος ἢ πονηρόν τι καὶ αἰσχρὸν διανοηθήσεται; αὐτὸ δὲ τοῦτο ἔοικε δηλοῦν καὶ ὅταν ἐγκωμιάζων τινὰ λέγῃ τῶν βασιλέων ποιμένα λαῶν. (44) τοῦ γὰρ ποιμένος οὐκ ἄλλο τι ἔργον ἢ πρόνοια καὶ σωτηρία καὶ φυλακὴ προβάτων, καίτοι ἐνίοτε πολλὰ πρόβατα ἐλαύνει μάγειρος εἷς ὠνησάμενος <οὐχ> ὥστε κατακόπτειν, οὐ μὰ Δία, καὶ σφάττειν καὶ δέρειν. ἀλλὰ πλεῖστον διαφέρει μαγειρική τε καὶ ποιμενική, σχεδὸν ὅσον βασιλεία τε καὶ τυραννίς. (45) ὅτε γοῦν Ξέρξης καὶ Δαρεῖος ἄνωθεν ἐκ Σούσων ἤλαυνον πολὺν ὄχλον Περσῶν τε καὶ Μήδων καὶ Σακῶν καὶ Ἀράβων καὶ Αἰγυπτίων δεῦρο εἰς τὴν Ἑλλάδα ἀπολούμενον, πότερον βασιλικὸν ἢ μαγειρικὸν ἔπραττον ἔργον λείαν ἐλαύνοντες κατακοπησομένην; (46) καὶ ὁ Ἀλέξανδρος, Σοί, ἔφη, ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐδὲ ὁ μέγας βασιλεύς; καὶ ὁ Διογένης μειδιάσας, Οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος. Οὐδ' ἄρα ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι; Οὐ τούτου γε ἕνεκα, εἶπεν ὁ Διογένης. (47) οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦ πατρὸς τέχνην˙ ὁ δὲ ἀποδρὰς παίζει μεθ' ἑτέρων, καὶ τότε μάλιστα οἴεται σπουδάζειν [, ἐνίοτε δὲ καὶ δοῦλος καταλιπὼν τὸν δεσπότην]. (48) ἴσως οὖν καὶ ὑμεῖς τοιοῦτόν τι ποιεῖτε, ἑκάτερος ὑμῶν παῖδας ἔχοντες τοὺς συμφιλονεικοῦντας, ὁ μὲν Πέρσας καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν, σὺ δὲ Μακεδόνας τε καὶ τοὺς ἄλλους Ἕλληνας. καὶ ὥσπερ ἐκεῖνοι τῇ σφαίρᾳ στοχάζονται ἀλλήλων, ὁ δὲ πληγεὶς ἥττηται, καὶ σὺ νῦν Δαρείου στοχάζῃ καὶ σοῦ ἐκεῖνος, καὶ τυχὸν ἂν πλήξαις τε καὶ ἐκβάλοις αὐτόν˙ ἐπισκοπώτερος γὰρ εἶναί μοι δοκεῖς. (49) ἔπειτα οἱ μετ' ἐκείνου πρότερον ὄντες μετὰ σοῦ ἔσονται καὶ ὑποκύψουσι, καὶ σὺ ὀνομασθήσῃ βασιλεὺς ἁπάντων. ὁ οὖν Ἀλέξανδρος πάλιν ἐλυπεῖτο καὶ ἤχθετο. οὐδὲ γὰρ ζῆν ἐβούλετο, εἰ μὴ βασιλεὺς εἴη τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ εἴ πού τίς ἐστι νῆσος ἐν τῷ Ὠκεανῷ κειμένη. (50) ἐπεπόνθει γὰρ τοὐναντίον ἤ φησιν Ὅμηρος τὸν Ἀχιλλέα νεκρὸν πεπονθέναι. ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὅτι ζῶν βούλοιτο θητεύειν
ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν˙
ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, μόνον εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν. (51) μόνου δ' ἴσως οὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν οἱ ἄνθρωποι. ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν, Ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς˙ ἐγὼ δὲ ἂν Δαρεῖον ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων; (52) καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, ἀποτείνασαι ἑαυτὰς πέτονται, (53) Ἀλλ' οὐδὲν ἕξεις, ἔφη, πλέον οὐδενὸς οὐδὲ τῷ ὄντι βασιλεύσεις ἀφ' ἧς ἔχεις ταύτης διανοίας, οὐδὲ ἂν ὑπεραλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, οὐδ' ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, ὁμοίως δὲ καὶ τὸ ἐν Σούσοις καὶ τὸ ἐν Βάκτροις, οὐδ' ἂν ἑτέραν προσλάβῃς μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος. (54) ἢ σὺ τοὺς ἀλεκτρυόνας οὐ καλεῖς νόθους, οἳ ἂν ὦσιν ἐξ ἀνομοίων; ἢ οὐ μείζων σοι δοκεῖ διαφορὰ θεοῦ πρὸς γυναῖκα θνητὴν ἢ γενναίου <πρὸς νόθον> ἀλεκτρυόνος; εἰ οὖν γέγονας οὕτως καθάπερ φασί, καὶ σὺ νόθος ἂν εἴης ὥσπερ ἀλεκτρυών. τυχὸν δὲ καὶ μαχιμώτατος ἔσῃ τῶν ἄλλων διὰ ταύτην τὴν νοθείαν. (55) Καὶ τίς, εἶπεν, ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον; Ὁ πάντων, ἔφη, δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζων τε καὶ ἑλληνίζων. καὶ ὃς ἐταράχθη τε καὶ ἠγωνίασε μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο, (56) Τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ; Σύ, ἔφη, ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος; Ἔπειτα, ἔφη, οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις; Πάλαι γάρ, εἶπεν, λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος. καὶ οὗτος, ἔφη, ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον. (57) οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν. (58) ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι; (59) πρὸς ταῦτα χαλέπαινε καὶ πήδα, ἔφη, καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον˙ ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τἀληθῆ, καὶ παρ' οὐδενὸς ἄλλου [ἀνθρώπων] ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι. (60) ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, παρ' οὐδὲν μὲν ἡγούμενος, εἰ καί τι πείσεται, πλὴν σαφῶς γε εἰδὼς ὅτι οὐδὲν ἔσοιτο. ἠπίστατο γὰρ τὸν Ἀλέξανδρον δοῦλον ὄντα τῆς δόξης καὶ οὐδέποτ' ἂν ἁμαρτόντα περὶ ἐκείνην. (61) ἔφη οὖν αὐτὸν μηδὲ τὸ σημεῖον τὸ βασιλικὸν ἔχειν. καὶ ὁ Ἀλέξανδρος θαυμάσας, Οὐκ ἄρτι ἔλεγες, ἔφη, ὅτι οὐδὲν δεῖ σημείων τῷ βασιλεῖ; Ναὶ μὰ Δί', εἶπε, τῶν γε ἔξωθεν, οἷον τιάρας καὶ πορφύρας˙ τούτων γὰρ οὐδέν ἐστιν ὄφελος˙ τὸ δὲ ἐκ τῆς φύσεως αὐτῷ δεῖ προσεῖναι πάντων μάλιστα. (62) Καὶ τί τοῦτό ἐστιν, ἔφη ὁ Ἀλέξανδρος; Ὃ καὶ τῶν μελιττῶν, ἦ δ' ὅς, τῷ βασιλεῖ πρόσεστιν. ἢ οὐκ ἀκήκοας ὅτι ἐστὶ βασιλεὺς ἐν ταῖς μελίτταις φύσει γιγνόμενος, οὐκ ἐκ γένους τοῦτο ἔχων, ὥσπερ ὑμεῖς φατε, ἀφ' Ἡρακλέους ὄντες; Τί οὖν τοῦτό ἐστιν, εἶπεν ὁ Ἀλέξανδρος, τὸ σημεῖον; (63) Οὐκ ἀκήκοας, εἶπε, τῶν γεωργῶν ὅτι μόνη ἐκείνη ἡ μέλιττα ἄνευ κέντρου ἐστίν, ὡς οὐδὲν αὐτῇ δέον ὅπλου πρὸς οὐδένα; οὐδεμία γὰρ αὐτῇ τῶν ἄλλων μελιττῶν ἀμφισβητήσει περὶ τῆς βασιλείας, οὐδὲ μαχήσεται τοῦτο ἐχούσῃ. σὺ δέ μοι δοκεῖς οὐ μόνον περιπατεῖν, ἀλλὰ καὶ καθεύδειν ἐν τοῖς ὅπλοις. (64) οὐκ οἶσθα, ἔφη, ὅτι φοβουμένου ἐστὶν ἀνθρώπου ὅπλα ἔχειν; φοβούμενος δὲ οὐδέποτ' ἂν οὐδεὶς γένοιτο βασιλεύς, οὐ μᾶλλον ἢ δοῦλος. ἀκούσας δὲ ὁ Ἀλέξανδρος ὀλίγου ἐκ τῆς χειρὸς ἀφῆκε τὸ δοράτιον. (65) ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, προτρέπων αὐτὸν εὐεργεσίᾳ πιστεύειν καὶ τῷ δίκαιον παρέχειν αὑτόν, ἀλλὰ μὴ τοῖς ὅπλοις. Σὺ δέ, ἔφη, καὶ τὸν θυμὸν ἐν τῇ ψυχῇ φορεῖς ἠκονημένον, χαλεπὸν οὕτως καὶ βίαιον κέντρον. (66) οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις τοῖς αὑτοῦ κρείττοσιν, ἀλλὰ περιελεύσῃ διάδημα ἔχων καταγέλαστον; μικρῷ δὲ ὕστερον ἴσως λόφον φύσεις καὶ τιάραν, ὥσπερ οἱ ἀλεκτρυόνες; οὐκ ἐννενόηκας τὴν τῶν Σακῶν ἑορτήν, ἣν Πέρσαι ἄγουσιν, οὗ νῦν ὥρμηκας στρατεύεσθαι; (67) καὶ ὃς εὐθὺς ἠρώτα, Ποίαν τινά; ἐβούλετο γὰρ πάντα εἰδέναι τὰ τῶν Περσῶν πράγματα. Λαβόντες, ἔφη, τῶν δεσμωτῶν ἕνα τῶν ἐπὶ θανάτῳ καθίζουσιν εἰς τὸν θρόνον τὸν τοῦ βασιλέως, καὶ τὴν ἐσθῆτα διδόασιν αὐτῷ τὴν βασιλικήν, καὶ προστάττειν ἐῶσι καὶ πίνειν καὶ τρυφᾶν καὶ ταῖς παλλακαῖς χρῆσθαι τὰς ἡμέρας ἐκείνας ταῖς βασιλέως, καὶ οὐδεὶς οὐδὲν αὐτὸν κωλύει ποιεῖν ὧν βούλεται. μετὰ δὲ ταῦτα ἀποδύσαντες καὶ μαστιγώσαντες ἐκρέμασαν. (68) τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται; (69) οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις. (70) μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι τέως δέ, ἔφη, κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα. Σύ, ἔφη, κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφ' Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα; (71) Πάνυ γε, εἶπεν, ὥσπερ ὁ πρόγονός σου. Ποῖος, ἔφη, πρόγονος; Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐδὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν; καὶ ὁ Ἀλέξανδρος ἀνείθη τε καὶ ἐγέλασε καὶ ἔφη, Τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις; (72) ὁ δὲ στρυφνῷ, τῷ προσώπῳ, Ποῖον, εἶπε, χρησμόν; οὐκ οἶδα ἔγωγε, πλὴν ὅτι αἰπόλος ἦν ὁ Ἀρχέλαος. ἀλλ' ἂν ἀπαλλαγῇς τοῦ τύφου καὶ τῶν νῦν πραγμάτων, ἔσῃ βασιλεύς, οὐ λόγῳ τυχόν, ἀλλ' ἔργῳ˙ καὶ κρατήσεις οὐ μόνον τῶν ἀνδρῶν ἁπάντων, ἀλλὰ καὶ τῶν γυναικῶν, ὥσπερ ὁ Ἡρακλῆς, ὅν σου φῂς πρόγονον εἶναι. (73) καὶ ὅς, Ποίων, ἔφη, γυναικῶν; ἢ δῆλον, ἔφη, ὅτι τῶν Ἀμαζόνων λέγεις; Ἀλλ' ἐκείνων, ἦ δ' ὅς, οὐδὲν ἦν κρατῆσαι χαλεπόν˙ ἑτέρου δέ τινος γένους, δεινοῦ καὶ ἀγρίου παντελῶς. ἢ οὐκ ἀκήκοας τὸν Λιβυκὸν μῦθον; καὶ ὃς οὐκ ἔφη ἀκηκοέναι. (74) διηγεῖτο δὴ μετὰ ταῦτα προθύμως καὶ ἡδέως, βουλόμενος αὐτὸν παραμυθήσασθαι, καθάπερ αἱ τίτθαι τὰ παιδία, ἐπειδὰν αὐτοῖς πληγὰς ἐμβάλωσι, παραμυθούμεναι καὶ χαριζόμεναι μῦθον αὐτοῖς ὕστερον διηγήσαντο. (75) Εὖ δὲ ἴσθι, ἔφη, ὅτι οὐ πρότερον ἔσῃ βασιλεύς, πρὶν ἂν ἱλάσῃ τὸν αὑτοῦ δαίμονα καὶ θεραπεύσας ὡς δεῖ ἀποδείξῃς ἀρχικόν τε καὶ ἐλευθέριον καὶ βασιλικόν, ἀλλὰ μή, ὡς νῦν ἔχεις, δοῦλον καὶ ἀνελεύθερον καὶ πονηρόν. (76) ἐνταῦθα δὴ ὁ Ἀλέξανδρος ἐκπεπληγμένος τοῦ ἀνθρώπου τὸ ἀνδρεῖον καὶ τὸ ἀδεές, νομίσας πλέον τι τῶν ἄλλων ἐπίστασθαι αὐτόν, παντοδαπὸς ἦν ἱκετεύων μὴ φθονῆσαι μηδένα τρόπον, ἀλλὰ φράσαι τίς ἔστιν ὁ δαίμων αὐτοῦ καὶ πῶς χρὴ ἱλάσασθαι αὐτόν. ἤλπιζε γὰρ ὄνομά τι ἀκούσεσθαι δαίμονος καὶ θυσίας τινὰς ἢ καθαρμούς, οἳς δεῖ ἐπιτελέσαι. (77) κατιδὼν οὖν αὐτὸν ὁ Διογένης τεθορυβημένον καὶ σφόδρα τῇ ψυχῇ μετέωρον, προσέπαιζε καὶ περιεῖλκεν, εἴ πως δύναιτο κινηθεὶς ἀπὸ τοῦ τύφου καὶ τῆς δόξης μικρόν τι ἀνανῆψαι. (78) καὶ γὰρ δὴ ᾐσθάνετο αὐτὸν νῦν μὲν ἡδόμενον, νῦν δὲ λυπούμενον ἐν τῷ αὐτῷ καὶ τὴν ψυχὴν αὐτοῦ ἄκριτον οὖσαν, ὥσπερ τὸν ἀέρα ἐν ταῖς τροπαῖς, ὅταν ἐκ τοῦ αὐτοῦ νέφους ὕῃ τε καὶ λάμπῃ ὁ ἥλιος. συνίει δὲ ὅτι καὶ τοῦ τρόπου κατεφρόνει, ἐν ᾧ διελέγετο πρὸς αὐτόν, ἅτε οὐδέποτε ἀκηκοώς; δεινοῦ λέγειν ἀνδρός, ἀλλὰ τοὺς τῶν σοφιστῶν θαυμάζων λόγους ὡς ὑψηλούς τε καὶ μεγαλοπρεπεῖς. (79) βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅμα τε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆ καὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι, λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς, (80) ὁ δὲ ἴδιος ἑκάστου νοῦς, οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς, (81) ἵνα δέ, ἔφη, μὴ καθ' ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφ' ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον. (82) Πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαι τε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ συμφορὰν δαιμόνιον, ἧς οὐκ ἂν ἄραιτ' ἄχθος ἀνθρώπου φύσις. τριῶν δὲ ἐπικρατούντων, (83) ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δί', οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος. (84) ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δ' αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερός τε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν. (85) φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούς τε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσους τε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ (86) κἀκεῖνοι φωνὰς μὲν οὐκ ἔχουσι προσθεῖναι τοῖς εἰδώλοις, εἴδη δὲ οἰκεῖα καὶ σημεῖα ἀπὸ τῆς φύσεως, οἷον τοὺς ποταμοὺς κατακειμένους γυμνοὺς τὸ πλέον, γένειον πολὺ καθεικότας, μυρίκην ἢ κάλαμον ἐστεφανωμένους˙ (87) οὐκοῦν καὶ ἡμεῖς μὴ χείρους μηδὲ φαυλότεροι περὶ τοὺς λόγους φανῶμεν ἢ ἐκεῖνοι περὶ τὰς αὑτῶν τέχνας, τῷ πλάττειν καὶ ἀφομοιοῦν τοὺς τρόπους τοῦ τριπλοῦ δαίμονος τῶν τριῶν βίων, τὴν ἐναντίαν ἕξιν καὶ ἀντίστροφον ἐπιδεικνύμενοι τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς. (88) οἱ μὲν γὰρ ἀπὸ τῆς μορφῆς καὶ τοῦ εἴδους τὸ ἦθος γιγνώσκουσι καὶ ἀπαγγέλλουσιν, ἡμεῖς δὲ ἀπὸ τῶν ἠθῶν καὶ τῶν ἔργων χαρακτῆρα καὶ μορφὴν ἀξίαν ἐκείνων σπάσωμεν, εἰ ἄρα μᾶλλον ἅψασθαι δυνησόμεθα τῶν πολλῶν καὶ φαυλοτέρων˙ πρὸς τὸ ἀποδεῖξαι τὴν τῶν βίων ἀτοπίαν (89) οὐδὲν ἄσχημον οὐδὲ νεμεσητὸν καὶ ποιηταῖς παραβαλλομένους καὶ χειροτέχναις καὶ καθαρταῖς [ὁρᾶσθαι], εἰ δέοι, σπεύδειν πανταχόθεν εἰκόνας καὶ παραδείγματα πορίζοντας, ἄν πως ἰσχύσωμεν ἀποτρέψαι κακίας καὶ ἀπάτης καὶ πονηρῶν ἐπιθυμιῶν, εἰς ἀρετῆς δὲ φιλίαν προαγαγεῖν καὶ ἔρωτα [καὶ] ζωῆς ἀμείνονος˙ (90) ἢ ὡς εἰώθασιν ἔνιοι τῶν περὶ τὰς τελετὰς καὶ τὰ καθάρσια, μῆνιν Ἑκάτης ἱλασκόμενοί τε καὶ ἐξάντη φάσκοντες ποιήσειν, ἔπειτα οἶμαι φάσματα πολλὰ καὶ ποικίλα πρὸ τῶν καθαρμῶν ἐξηγούμενοι καὶ ἐπιδεικνύντες, ἅ φασιν ἐπιπέμπειν χολουμένην τὴν θεόν. (91) εἶεν˙ ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοι κληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος, (92) ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν, πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, (93) περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόν τε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους, (94) τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ <τῶν> βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν. (95) τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτ' εἰ μετ' αἰσχύνης οὔτ' εἰ μετ' ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων [ἀσφαλέστερος] δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου διὰ τοὺς ἐφεστηκότας φύλακας. ἔστω δὴ βραχὺς ἰδεῖν, (96) δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, ἀεί τῷ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τό τε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν †ὧν ἴσμεν. ὅδε ὁ δαίμον αἰσχρὸς καὶ ἀπρεπής, τοὺς αὑτοῦ φίλους τε καὶ ἑταίρους, (97) μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάν τε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάν τε ἐν βασιλέως. (98) ἢ οὐ πολλοὺς τῶν καλουμένων βασιλέων ἰδεῖν ἔστι καπήλους καὶ τελώνας καὶ πορνοβοσκούς; ἀλλὰ Δρόμωνα μὲν καὶ Σάραμβον, ὅτι ἐν Ἀθήναις καπηλεύουσι καὶ ὑπὸ Ἀθηναίων τοῦτο ἀκούουσι τὸ ὄνομα, δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον, ὅτι ἐν Βαβυλῶνι καὶ Σούσοις ἐκαπήλευε, καὶ Πέρσαι αὐτὸν ἔτι καὶ νῦν καλοῦσι κάπηλον, οὐ δικαίως κεκλῆσθαι; (99) ἴδιόν γε μὴν τούτῳ συμβέβηκε παρὰ τοὺς ἄλλους δαίμονας˙ ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτην τε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον. (100) ἀλλ' ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφ' ἡδονήν τινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐδὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις. (101) εἶεν˙ ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός, ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς καὶ περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα <μὲν> ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τε ὁσημέραι θερμῶν, μᾶλλον δὲ καὶ τῆς ἡμέρας, καὶ χρίσεων οὐ κάματον ἰωμένων, (102) πρὸς δὲ αὖ τούτοις ἐσθήτων τε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθ' ἑκάστην ἐπιθυμίαν τε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέν καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖαν καὶ διάπυρον μανίαν θηλυκῶν τε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐδὲ ἄπρακτον ποιούμενος. (103) νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων <καὶ> φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλ' ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφ' ἡδονῆς, (104) ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως˙ εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον. (105) ἔτι δέ τινας οὗτος τῶν ὑπ' αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίον τε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς.πάλιν δὲ κἀνταῦθα διττὴ χορηγία πέφηνεν˙ (106) ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως˙ ὅπου δὲ ἡδονῶν τινων τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν. (107) ὁ δὲ ἀτενέστερός τε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τά τε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενής τε καὶ ἄτολμος† ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοι