V B 589

LUCIAN. mort. dialog. 16, 1-5: ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ.

(1) ΔΙΟΓ. Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα˙ τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκεν Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
ΗΡ. Καὶ ὀρθῶς ἔθυες˙ αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι "καὶ ἔχει καλλίσφυρον Ἥβην," ἐγὼ δ' εἴδωλόν εἰμι αὐτοῦ.
ΔΙΟΓ. Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;
ΗΡ. Ναί˙ οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ' ἐγὼ ἡ εἰκὼν αὐτοῦ.
(2) ΔΙΟΓ. Μανθάνω˙ ἄντανδρόν σε τῷ Πλούτωνι παρέδωκεν ἀνθ' ἑαυτοῦ, καὶ σὺ νῦν ἀντ' ἐκείνου νεκρὸς εἶ.
ΗΡ. Τοιοῦτό τι.
ΔΙΟΓ. Πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο Ἡρακλέα ὑποβολιμαῖον ὄντα;
ΗΡ. Ὅτι ἐῴκειν ἀκριβῶς.
ΔΙΟΓ. Ἀληθῆ λέγεις˙ ἀκριβῶς γάρ, ὥστε αὐτὸς εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.
(3) ΗΡ. Θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων εἰς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.
ΔΙΟΓ. Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον˙ ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνεκώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, εἰς ᾅδου πάρει;
ΗΡ. Ἐχρῆν μὲν μηδὲ ἀποκρίνασθαι πρὸς ἄνδρα οὕτως ἐρεσχηλοῦντα˙ ὅμως δ' οὖν καὶ τοῦτο ἄκουσον˙ ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκεν καί εἰμι ἐγὼ ἐκεῖνο ὁ παρών, ὃ δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.
(4) ΔΙΟΓ. Σαφῶς νῦν μανθάνω˙ δύο γὰρ φῂς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ' Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.
ΗΡ. Οὔκ, ὦ μάταιε˙ ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
ΔΙΟΓ. Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε ἐς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.
ΗΡ. Οὐ γὰρ [καὶ] πάντες οὕτως σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
(5) ΔΙΟΓ. Ἀλλ', ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ˙ ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.
ΗΡ. Πῶς τριπλοῦν;
ΔΙΟΓ. Ὧδέ πως˙ εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ' ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐν τῇ Οἴτῃ κόνις ἤδη γενόμενον, τρία δὴ ταῦτα ἤδη γεγένηται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.
ΗΡ. Θρασὺς εἶ καὶ σοφιστής˙ τίς δὲ καὶ ὢν τυγχάνεις;
ΔΙΟΓ. Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία "μετ' ἀθανάτοισι θεοῖσιν," ἀλλὰ τοῖς βελτίστοις τῶν νεκρῶν ἀνδρῶν συνὼν [ Ὁμήρου] καὶ τῆς τοσαύτης ψυχρολογίας καταγελῷ.