1.

[1.4] φησὶ (
Epicurea fr. 114 Us. (ed).
) γοῦν ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστολῇ ῾῾οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα᾽᾽, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον˙ καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκοπὴν λέγων ῾῾καὶ γὰρ πονηρὸς ἄνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν᾽᾽, αἰνισσόμενος τὰ μαθήματα.