[44] Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς ἐν τῷ Παλαμήδει λέγων (588 N 2),

ἐκάνετ' ἐκάνετε τὰν
πάνσοφον, 〈ὦ Δαναοί,〉
τὰν οὐδὲνλγύνουσαν ἀηδόνα μουσᾶν.

καὶ τάδε μὲν ὧδε. Φιλόχορος (FGrH 328 F 221) δέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους.
Ἐγεννήθη δέ, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς (FGrH 244 F 34), ἐπὶ Ἀφεψίωνος τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσιν Ἀθηναῖοι τὴν πόλιν καὶ τὴν Ἄρτεμιν Δήλιοι γενέσθαι φασίν. ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς (FGrH 228 F 10). ἔνιοι γὰρ ἑξήκοντα ἐτῶν τελευτῆσαι αὐτόν φασιν.

[44] Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς ἐν τῷ Παλαμήδει λέγων˙ "ἐκάνετ' ἐκάνετε τὰν
πάνσοφον τὰν οὐδὲν ἀλγύνουσαν ἀηδόνα μουσᾶν." καὶ τάδε μὲν ὧδε. Φιλόχορος δέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους.
Ἐγεννήθη δέ, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀφεψίωνος τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσιν Ἀθηναῖοι τὴν πόλιν καὶ τὴν Ἄρτεμιν Δήλιοι γενέσθαι φασίν. ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς. ἔνιοι γὰρ ἑξήκοντα ἐτῶν τελευτῆσαι αὐτόν φασιν.

[44] Καὶ Εὐριπίδης δὲ ὀνειδίζει αὐτοῖς ἐν τῷ Παλαμήδει λέγων˙

Ἐκάνετ' ἐκάνετε τὰν
πάνσοφον,
[12210] τὰν οὐδὲν' ἀλγύνασαν ἀηδόνα Μουσᾶν.

Καὶ τάδε μὲν ὧδε. Φιλόχοροςδέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους.
Ἐγεννήθη δέ, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀφεψίωνος τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς
[12215] ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσι τὴν πόλιν Ἀθηναῖοι καὶ τὴν Ἄρτεμιν γενέσθαι Δήλιοι [1231] φασίν. Ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. Ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς.[45] Ἔνιοι γὰρ ἑξήκοντα ἐτῶν τελευτῆσαί φασιν αὐτόν.