1.

[1.7] διόπερ καὶ ἡμεῖς τὴν αὐτὴν τούτοις ἀγωγὴν μεταδιώκοντες πειρασόμεθα χωρὶς φιλονεικίας τὰ πραγματικῶς λεγόμενα πρὸς αὐτὰ ἐπιλεξάμενοι θεῖναι.
Τὸ μὲν οὖν διδάσκειν ἀπὸ τίνος ἐγκύκλια προσηγόρευται μαθήματα καὶ πόσα τὸν ἀριθμόν ἐστι, περιττὸν ἡγοῦμαι, ἱκανὴν ἤδη τὴν περὶ τούτων ἔχοντας κατήχησιν γινομένης ἡμῖν τῆς διδασκαλίας.