1.

[1.8] ὃ δέ ἐστιν ἀναγκαῖον ἐπὶ τοῦ παρόντος, ὑποδεικτέον ὅτι τῶν λεγομένων πρὸς τὰ μαθήματα τὰ μὲν καθολικῶς λέγεται πρὸς πάντα τὰ μαθήματα, τὰ δὲ ὡς πρὸς ἕκαστα, καὶ καθολικώτερον μὲν τὸ περὶ τοῦ μηδὲν εἶναι μάθημα, ἰδιαίτερον δὲ πρὸς μὲν γραμματικούς, εἰ τύχοι, περὶ τῶν τῆς λέξεως στοιχείων, πρὸς δὲ γεωμέτρας περὶ τοῦ μὴ δεῖν ἐξ ὑποθέσεως λαμβάνειν τὰς ἀρχάς, πρὸς δὲ μουσικοὺς περὶ τοῦ μηδὲν εἶναι φωνὴν μηδὲ χρόνον. ἴδωμεν δὲ τάξει πρῶτον τὴν καθολικωτέραν ἀντίρρησιν.