1.

[1.9] (§ 9 Cfr. M XI 218 et PH III 252) Εἰ ἔστι μάθημα
Τὴν μὲν οὖν γενομένην παρὰ τοῖς φιλοσόφοις περὶ μαθήσεως διαφωνίαν πολλὴν καὶ ποικίλην οὖσαν οὐ τοῦ παρόντος ἐστὶ καιροῦ ἐπικρίνειν˙ ἀπόχρη δὲ παραστῆσαι ὡς εἴπερ ἔστι τι μάθημα καὶ τοῦτο ἀνυστὸν ἀνθρώπῳ, τέσσαρα δεῖ προομολογήσασθαι, τὸ διδασκόμενον πρᾶγμα, τὸν διδάσκοντα, τὸν μανθάνοντα, τὸν τρόπον τῆς μαθήσεως. οὔτε δὲ τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, καθάπερ ὑποδείξομεν˙ οὐκ ἄρα ἔστι τι μάθημα.