1.

[1.10] (§§ 10-11 Cfr. M XI 219 et PH III 256) Περὶ τοῦ διδασκομένου
Καὶ δὴ περὶ τοῦ πρώτου λέγοντες πρῶτόν φαμεν ὡς εἴπερ διδάσκεταί τι, ἤτοι τὸ ὂν τῷ εἶναι διδάσκεται ἢ τὸ μὴ ὂν τῷ μὴ εἶναι. οὔτε δὲ τὸ ὂν τῷ εἶναι διδάσκεται οὔτε τὸ μὴ ὂν τῷ μὴ εἶναι, καθάπερ παραστήσομεν˙ οὐκ ἄρα διδάσκεταί τι. καὶ δὴ τὸ μὴ ὂν τῷ μὴ εἶναι οὐκ ἂν διδάσκοιτο˙ εἰ γὰρ διδάσκεται, διδακτόν ἐστι, διδακτὸν δὲ καθεστὼς τῶν ὄντων γενήσεται,