1.

[1.14] (§ 14 Cfr. M XI 222 et PH III 254, 257) καὶ μὴν οὐδὲ τὸ ὂν τῷ εἶναι διδακτόν ἐστιν, ἐπειδήπερ τῶν ὄντων πᾶσι φαινομένων ἐπ' ἴσης πάντα ἔσται διδακτά. ᾧ ἀκολουθήσει τὸ μηδὲν εἶναι διδακτόν˙ δεῖ γὰρ ὑποκεῖσθαί τι ἀδίδακτον, ἵνα ἐκ τοῦ γινωσκομένου γένηται ἡ τούτου μάθησις. τοίνυν οὐδὲ τὸ ὂν τῷ εἶναι διδάσκεται.