1.

[1.15] Ὁ δὲ ὅμοιος τῆς ἀπορίας γενήσεται τρόπος καὶ πρὸς 5τοὺς ἐροῦντας τὸ οὔ τι ὂν ἢ τὶ διδάσκεσθαι. εἰ γὰρ τὸ οὔ τι ὂν διδάσκοιτο, ἔσται ᾗ διδάσκεται τί, καὶ διὰ τοῦτο 〈τὸ〉 αὐτὸ τἀναντία οὔτι καὶ τὶ ἔσται, ὅπερ ἦν τῶν ἀδυνάτων. τῷ τε οὔτινι οὐδὲν συμβέβηκεν, διὸ οὐδὲ τὸ διδάσκεσθαι˙ καὶ γὰρ τοῦτο τῶν συμβεβηκότων ἐστίν.