1.

[1.18] ὃ πάλιν ἄπορόν ἐστιν˙ ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ〉διδάκτου ἀναιρεῖται ἡ μάθησις.