1.

[1.19] (§§ 19-20 Cfr. M XI 224-225 et PH III 255) Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώματα εἶναι ἢ ἀσώματα˙ οὔτε δὲ σώματα δύναται ὑπάρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα.