1.

[1.20] Περὶ σώματος
Τὸ μὲν οὖν σῶμα, καὶ μάλιστα κατὰ τοὺς Στωικούς (Cfr.
SVF fr. II 170 Arn. (ed).
) , οὐκ ἂν εἴη τῶν διδακτῶν˙ δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δὲ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δὲ τὰ σώματα μήτε αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσεται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.