1.

[1.23] (§ 23 Cfr. M XI 227) κἂν αἰσθητὸν δὲ [πάλιν] αὐτὸ ὑποθώμεθα, πάλιν ἐστὶν ἀδίδακτον. τὸ γὰρ αἰσθητὸν πάλιν, ᾗ αἰσθητόν ἐστιν, οὐ διδάσκεται˙ οὐδεὶς γὰρ λευκὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐδὲ θερμοῦ ἅπτεσθαι, οὐκ εὐώδους ὀσφραίνεσθαι, ἀλλ' ἔστι ταῦτα τῶν ἀδιδάκτων καὶ φυσικῶς ἡμῖν προσόντων.