1.

[1.25] πρὸς τῷ τὸν νοοῦντα τὸ ἐκ τούτων συνεστὼς σῶμα πρότερον ὀφείλειν αὐτὰ ταῦτα νοεῖν, ἵνα κἀκεῖνο δυνατὸν ᾖ νοεῖν. ἢ γὰρ περιπτωτικῶς αὐτὰ νοήσει ἢ κατὰ μετάβασιν ἀπὸ περιπτώσεως. οὔτε δὲ περιπτωτικῶς˙ ἀσώματα γάρ ἐστι, καὶ τῶν ἀσωμάτων οὐκ ἀντιλαμβανόμεθα περιπτωτικῶς, ἀεὶ κατὰ θίξιν γινομένης τῆς περὶ τὴν αἴσθησιν ἀντιλήψεως. καὶ μὴν οὐδὲ κατὰ μετάβασιν ἀπὸ περιπτώσεως, τῷ μηδὲν ἔχειν αἰσθητὸν ἀφ' οὗ μετιών τις ποιήσεται τούτων ἐπίνοιαν. τοίνυν οὐδὲ τὰ ἐξ ὧν τὸ σῶμα νοεῖν δυνάμενοι πάντως οὐδὲ διδάσκειν τοῦτο ἰσχύσομεν.