1.

[1.26] (§§ 26-27 Cfr. M XI 229) Ἀλλὰ περὶ μὲν τῆς τοῦ σώματος νοήσεώς τε καὶ ὑποστάσεως ἐν τοῖς σκεπτικοῖς (Cfr. PH III 38 sq.) ὑπεμνήσαμεν ἀκριβέστερον˙ νυνὶ δὲ ἀποστάντες τούτων τῶν ἐλέγχων ἐκεῖνο λέγωμεν ὅτι τῶν σωμάτων κατὰ τὸ ἀνωτάτω διττή τίς ἐστι διαφορά˙ τὰ μὲν γὰρ αὐτῶν αἰσθητὰ καθέστηκε τὰ δὲ νοητά. καὶ εἰ τὸ διδασκόμενόν ἐστι σῶμα.