1.

[1.27] πάντως ἤτοι νοητόν ἐστιν ἢ αἰσθητόν. ἀλλ' οὔτε αἰσθητὸν εἶναι δύναται διὰ τὸ πᾶσιν ἐπ' ἴσης ὀφείλειν φαίνεσθαι καὶ πρόδηλον ὑπάρχειν, οὔτε νοητὸν διὰ τὸ ἀδηλεῖσθαι καὶ αὐτὸ τοῦτο ἀνεπικρίτως διαφωνεῖσθαι παρὰ πᾶσι τοῖς φιλοσόφοις, τῶν μὲν ἄτομον τοῦτο λεγόντων ὑπάρχειν τῶν δὲ τμητόν, καὶ τῶν τμητὸν φαμένων εἶναι ἐνίων μὲν εἰς ἄπειρον τέμνεσθαι τοῦτο ἀξιούντων, ἐνίων δὲ εἰς ἐλάχιστον καὶ ἀμερὲς καταλήγειν. οὐκ ἄρα διδακτόν ἐστι τὸ σῶμα.