1.

[1.28] (§§ 28-29 Cfr. M XI 230-231) Καὶ μὴν οὐδὲ τὸ ἀσώματον. πᾶν γὰρ καὶ ὁποῖον ἄν τις ἀσώματον λέγῃ διδάσκεσθαι, ἐάν τε τὴν Πλατωνικὴν ἰδέαν, ἐάν τε τὸ παρὰ τοῖς Στωικοῖς λεκτόν, ἐάν τε τόπον ἢ κενὸν ἢ χρόνον ἢ ἄλλο τι τῶν τοιούτων, ἵνα μηδὲν προπετὲς περὶ τῆς ὑποστάσεως αὐτῶν λέγωμεν, μηδ' ἑτέρας σκέψεις ἐν ἑτέραις διεξοδεύωμεν παριστάντες τὸ ἀνυπόστατον ἑκάστου, [ὃ] προδήλως μὲν ἐπιζητεῖται καὶ (
Homeri vita Herodotea §11
; cfr. PH II 37 )
‘ἔς τ' ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ’
ζητήσεται παρὰ τοῖς δογματικοῖς, τῶν μὲν εἶναι ταῦτα διαβεβαιουμένων, τῶν δὲ μὴ εἶναι, τῶν δὲ ἐπεχόντων˙ τὸ δὲ τὰ ἔτι ἐπίδικα καὶ ἐν μετεώροις ἀμφισβητήσεσι κείμενα ὡς σύμφωνα καὶ ὁμόλογα διδάσκεσθαι λέγειν τῶν ἀτόπων ἐστίν.