1.

[1.30] (§§ 30-34 Cfr. M XI 233-238) οὐκ ἄρα ἔστι τι τὸ διδασκόμενον. καθόλου τε, εἰ διδάσκεταί τι, ἤτοι τεχνικόν ἐστιν ἢ ἄτεχνον. καὶ ἄτεχνον μὲν ὂν οὐκ ἔστι διδακτόν, τεχνικὸν δὲ εἴπερ καθέστηκεν, αὐτόθεν μὲν φαινόμενον οὔτε τεχνικόν ἐστιν οὔτε διδακτόν, ἄδηλον δὲ καθεστὼς διὰ τὸ ἀδηλεῖσθαι πάλιν ἐστὶν ἀδίδακτον. 〈οὐκ ἄρα ἔστι τι τὸ διδασκόμενον.〉
Ὧι συναναιρεῖται καὶ ὁ διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ διδάξει [ᾗ ἄδηλόν ἐστιν], ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν ὃ μάθῃ. ὅμως δ' οὖν καὶ περὶ ἑκατέρου τούτων κατ' ἰδίαν ἐπελθόντες ἀπορήσομεν.