1.

[1.32] οὔτε ὁ ἄτεχνος τὸν τεχνίτην˙ ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὸν βλέποντα ὑπὸ τοῦ πεπηρωμένου ὁδηγεῖσθαι. καὶ γὰρ ὁ ἄτεχνος πρὸς τὰ τεχνικὰ τῶν θεωρημάτων πεπηρωμένος οὐκ ἂν δύναιτό τινα διδάσκειν ἃ μηδὲ τὴν ἀρχὴν οἶδεν, καὶ ὁ τεχνίτης διαβλέπων ἐν τοῖς τεχνικοῖς θεωρήμασι καὶ γνῶσιν αὐτῶν ἐσχηκὼς οὐ δεήσεται τοῦ διδάξοντος.