1.

[1.34] ἄτεχνος μὲν γὰρ ὢν ὅμοιός ἐστι τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὗτος οὐδέποτε ἢ εἰς χρωμάτων ἢ εἰς φωνῶν ἐλθεῖν ἔννοιαν πέφυκεν, οὕτως οὐδὲ ὁ ἄτεχνος, ἐφ' ὅσον ἐστὶν ἄτεχνος, τετυφλωμένος καὶ κεκωφωμένος πρὸς τὰ τεχνικὰ θεωρήματα οὔτε ἰδεῖν οὔτε ἀκοῦσαί τι τούτων οἷός τε ἐστίν˙ τεχνίτης δὲ γενόμενος οὐκέτι διδάσκεται ἀλλὰ δεδίδακται.