1.

[1.35] (§§ 35-36 Cfr. M XI 239-240 et PHIII 265-266) Μετακτέον δὲ τὰς ἀπορίας ἐκ τῶν περὶ μεταβολῆς καὶ πάθους γενέσεώς τε καὶ φθορᾶς προεγκεχειρισμένων ἡμῖν ἐν ταῖς πρὸς τοὺς φυσικοὺς ἀντιρρήσεσι (Cfr. M IX 195 et X 310). τὰ δὲ νῦν συγχωρήσαντες τοῖς ἀπὸ τῶν μαθημάτων εἶναί τι τὸ διδασκόμενον πρᾶγμα καὶ εἶναί τινα τὸν ὑφηγούμενον, ὡσαύτως δὲ καὶ τὸν μανθάνοντα, τὸ μετὰ τοῦτο ἀπαιτῶμεν τὸν τρόπον τῆς μαθήσεως.