1.

[1.36] (§ 36 v. ad §35) Περὶ τρόπου μαθήσεως
Ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ τὰ τῆς διδασκαλίας. ἀλλὰ τούτων ἡ μὲν ἐνάργεια τῶν δεικτῶν ἐστί, τὸ δὲ δεικτὸν φαινόμενον, τὸ δὲ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον˙ οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν. ὁ δὲ λόγος ἤτοι σημαίνει ἢ οὐ σημαίνει.