1.

[1.38] (§ 38 Cfr. PH III 268; §§ 38-39 cfr. M XI 242-243) θέσει δὲ εἴπερ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες τὰ καθ' ὧν αἱ λέξεις κεῖνται καὶ ἀντιλήψονται τούτων, οὐ τὸ ἀγνοούμενον ἐξ αὐτῶν διδασκόμενοι, τὸ δ' ὅπερ ᾔδεισαν ἀνανεούμενοι, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀγνοουμένων μαθήσεως οὐκέτι.
Εἰ οὖν οὔτε τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, δῆλον ὡς οὐδὲ μάθημα, οὐδὲ ὁ μαθήματος προεστώς.