1.

[1.39] ἀλλ' ἐπεὶ οὐ καθολικὴν μόνον πρὸς πάντας τοὺς μαθηματικοὺς ὑπεσχόμεθα ποιήσασθαι τὴν ἀντίρρησιν ἀλλὰ καὶ εἰδικωτέραν πρὸς ἕκαστον, ὑποτιθέμενοι τὸ εἶναί τι μάθημα καὶ δυνατὴν ὑπάρχειν τὴν μάθησιν, σκοπῶμεν εἰ καὶ τὸ ἑκάστου μαθήματος ἐπάγγελμα δυνατόν ἐστι, λαμβάνοντες πρὸς τοὺς ἐλέγχους μὴ πάντα τὰ παρὰ τοῖς ἐλεγχομένοις λεγόμενα (τοῦτο γὰρ σὺν τῷ περισκελὲς καὶ ἀμέθοδον εἶναι τάχα καὶ ἀδύνατόν ἐστι),