1.

[1.40] μήτε δ' ἐκ πάντων τὰ ὁποιαοῦν (τοῦτο γὰρ ἴσως οὐδὲ καθικνεῖται αὐτῶν), ἀλλὰ τὰ ὧν ἀναιρουμένων συναναιρεῖται πάντα. καὶ ὃν τρόπον οἱ πόλιν λαβεῖν σπεύδοντες ἐκείνων μάλιστα ἐγκρατεῖς γίνεσθαι σπουδάζουσιν ὧν ἁλόντων καὶ ἡ πόλις ἑάλωκεν, οἷον τείχη καθαιροῦντες ἢ στόλον ἐμπιπράντες ἢ τὰς εἰς τὸ ζῆν ἀφορμὰς ἀποκλείοντες, οὕτω καὶ ἡμεῖς τοῖς ἀπὸ τῶν μαθημάτων διαγωνιζόμενοι τὸ αὐτὸ πειράζωμεν ἐξ ὧν αὐτοῖς σώζεται τὰ πάντα, οἷον ἢ ἀρχὰς ἢ τὰς ἐκ τῶν ἀρχῶν καθολικὰς μεθόδους ἢ τὰ τέλη˙ ἐν τούτοις γὰρ ἢ ἐκ τούτων συνίσταται πᾶν μάθημα.