1.

[1.42] ἐκεῖναι μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἅνθρωπος καὶ πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτηκεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παραπλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν˙ φασὶ γὰρ (
Hom.Od. XII 184-191
)
‘δεῦρ' ἄγ' ἰών, πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ' ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκούσῃ,
ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ' ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.’