1.

[1.45] δοκεῖ δὲ τούτων ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φερωνύμως προσηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δὲ δευτέρα τάχα μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώτης˙ μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως, ἐπικατηγορεῖται δὲ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνασκευῆς πολλῷ τεχνικωτέρας οὔσης,