1.

[1.46] καὶ ὡς γεωμετρία ἔσπακε μὲν τὴν κλῆσιν ἀρχικῶς ἀπὸ τῆς κατὰ τὴν γῆν καταμετρήσεως, τάττεται δὲ ἐπὶ τοῦ παρόντος καὶ κατὰ τῆς τῶν φυσικωτέρων θεωρίας, οὕτω καὶ ἡ τέλειος γραμματικὴ ἀπὸ τῆς τῶν γραμμάτων εἰδήσεως κατ' ἀρχὰς ὀνομασθεῖσα διετάθη καὶ ἐπὶ τὴν ἐν τοῖς ποικιλωτέροις αὐτῶν καὶ τεχνικωτέροις θεωρήμασι γνῶσιν.