1.

[1.48] καὶ Καλλίμαχος (
epigr. 6 (ed).
) δέ, ποτὲ μὲν τὸ ποίημα καλῶν γράμμα ποτὲ δὲ τὸ καταλογάδην σύγγραμμα, φησί˙
‘Κρεοφύλου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον ἀοιδόν
δεξαμένου, κλείω δ' Εὔρυτον ὅσσ' ἔπαθεν
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
γράμμα. Κρεοφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.’
καὶ πάλιν (
epigr. 23 (ed).
)
‘εἴπας ῾ Ἥλιε χαῖρε᾽ Κλεόμβροτος Ἀμπρακιώτης
ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου τέλος, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος. ’