1.

[1.52] ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶται μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ ἀναγκαιοτάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπ' αὐτῇ κεῖται σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων διδάσκειν οὔτε παρ' ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρὶς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμματιστική.