1.

[1.53] ἀμέλει γοῦν οὐδὲ θελήσαντες δυνησόμεθα ταύτην ἀπεριτρέπτως ἀνελεῖν˙ εἰ γὰρ αἱ ἄχρηστον διδάσκουσαι τὴν γραμματιστικὴν ἐπιχειρήσεις εἰσὶν εὔχρηστοι, οὔτε δὲ μνημονευθῆναι οὔτε τοῖς αὖθις παραδοθῆναι χωρὶς αὐτῆς δύνανται, χρειώδης ἐστὶν ἡ γραμματιστική. καίτοι δόξειεν ἄν τισιν ἐπὶ τῆς ἐναντίας εἶναι προλήψεως ὁ προφήτης τῶν Πύρρωνος λόγων Τίμων (
Poet. Phil. Frag. B 61 (ed).
) ἐν οἷς φησι
‘γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδ' ἀνάθρησις
ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου˙’