1.

[1.54] οὐ μὴν οὕτως ἔχειν φαίνεται˙ τὸ γὰρ ὑπ' αὐτοῦ λεγόμενον οὐκ ἔστι τοιοῦτον κατ' αὐτῆς τῆς γραμματιστικῆς, καθ' ἣν διδάσκεται τὰ Φοινικικὰ σήματα Κάδμου, τὸ ῾῾οὐδεμία ἐστὶν ἀνασκοπὴ οὐδ' ἀνάθρησις᾽᾽˙ πῶς γάρ, εἰ διδάσκεταί τις αὐτήν, οὐδεμίαν ἔσχηκεν ἐπιστροφὴν αὐτῆς; ἀλλὰ μᾶλλον τοιοῦτό φησι ῾῾διδαχθέντι τὰ Φοινικικὰ σήματα Κάδμου οὐδεμιᾶς ἄλλης παρὰ τοῦτό ἐστι γραμματικῆς ἐπιστροφή᾽᾽, ὅπερ καταστρέφει οὐκ εἰς τὸ ἀχρηστεῖν ταύτην τὴν ἐν τοῖς στοιχείοις καὶ τῷ δι' αὐτῶν γράφειν τε καὶ ἀναγινώσκειν θεωρουμένην, ἀλλὰ τὴν πέρπερον καὶ περιεργοτέραν˙