1.

[1.55] ἡ μὲν γὰρ τῶν στοιχείων χρῆσις ἤπειγεν εἰς τὴν τοῦ βίου διεξαγωγήν, τὸ δὲ μὴ ἀρκεῖσθαι τῇ ἐκ τῆς παρατηρήσεως τούτων παραδόσει, προσεπιδεικνύναι δὲ ὡς τάδε μέν ἐστι φωνάεντα τῇ φύσει τάδε δὲ σύμφωνα, καὶ τῶν φωναέντων τὰ μὲν φύσει βραχέα τὰ δὲ μακρὰ τὰ δὲ δίχρονα καὶ κοινὰ μήκους τε καὶ συστολῆς, καὶ καθόλου τὰ λοιπὰ περὶ ὧν οἱ τετυφωμένοι τῶν γραμματικῶν διδάσκουσιν 〈ἄχρηστά ἐστιν〉.