1.

[1.56] ὥστε τῇ μὲν γραμματιστικῇ πρὸς τῷ μηδὲν ἐγκαλεῖν ἔτι καὶ τὰς ἀνωτάτω χάριτας ὀφείλομεν, τῇ δὲ λειπομένῃ προσάπτομεν τοὺς ἐλέγχους. τὸ δὲ εἴτε ὑγιῶς εἴτε τοὐναντίον μάθοιμεν ἂν προσεξαπλώσαντες αὐτῆς τὸν χαρακτῆρα.