1.

[1.59] παρὸ καὶ οἱ χαρίεντες ἐξ αὐτῶν περὶ πολλῶν ἐπραγματεύσαντο συγγραφέων, τοῦτο μὲν ἱστορικῶν τοῦτο δὲ ῥητορικῶν καὶ ἤδη φιλοσόφων, ζητοῦντες τίνα τε δεόντως καὶ ἀκολούθως ταῖς διαλέκτοις εἴρηται καὶ τίνα παρέφθαρται, τί τε σημαίνει παρὰ μὲν Θουκυδίδῃ λόγου χάριν τὸ ῾ζάγκλον᾽ (Cfr.
Thuc. VI 4,5
) καὶ ῾τορνεύοντες᾽, παρὰ δὲ Δημοσθένει (
de coron. 122
) τὸ ῾ἐβόα ὥσπερ ἐξ ἁμάξης᾽, ἢ πῶς ἀναγνωστέον παρὰ Πλάτωνι τὴν ῾η δ ος᾽ λέξιν, πότερον ψιλῶς ἐκφέροντα τὴν πρώτην συλλαβὴν ἢ δασέως, ἢ τὴν μὲν πρώτην ψιλῶς τὴν δὲ δευτέραν δασέως, ἢ ἀμφοτέρας ψιλῶς ἢ ἐναλλάξ.