1.

[1.62] τουτέστι μηδεμίαν τέχνην, τάττεται δὲ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μὲν ἰδόντας πολλὰ δὲ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης (
Phoen. 528
)
‘ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν, ἀλλ' ἡμπειρία
ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ’