1.

[1.64] ἤτοι γὰρ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων μόνον ἐμπειρίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν, ἢ καὶ τῶν μήτε παρὰ ποιηταῖς μήτε παρὰ συγγραφεῦσι καθεστώτων. ἀλλὰ μόνων μὲν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἂν εἴποι〈μ〉εν ἐμπειρίαν αὐτὴν ὑπάρχειν ἅτε ποτὲ καὶ ταῖς ἀνὰ χεῖρα τῶν ἰδιωτῶν καὶ ἀνεπιστημόνων ὁμιλίαις ἐφιστῶσαν 〈θεωρεῖσθαι〉, καὶ τὸ βάρβαρον καὶ τὸ Ἑλληνικὸν τό τε σόλοικον καὶ τὸ μὴ τοιοῦτον ἐξελέγχουσαν.