[45] Ἔστι καὶ εἰς τοῦτον ἡμῶν (A. Pal. VII. 104)˙

Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς
ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
οἰκτείρω σ' οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας
ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι˙ ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός˙ εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί (157 Bergk)˙

Ἀρτέμιδος τόδ' ἄγαλμα, διηκόσιαι δ' ἄρ' ὁ μισθὸς
δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος.
ἀσκητὸς δ' ἐποίησεν Ἀθηναίης παλάμῃσιν
ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.

Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς (FGrH 244 F 16), ἤκμαζε περὶ τὴν 〈ὀγδόην καὶ〉 εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

[45] Ἔστι καὶ εἰς τοῦτον ἡμῶν˙

Ἀρκεσίλαε, τί μοι τόσον οἶνον ἄκρητον ἀφειδῶς
ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
οἰκτείρω σ' οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας
ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι˙ ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός˙ εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί˙

Ἀρτέμιδος τόδ' ἄγαλμα, διηκόσιαι δ' ἄρ' ὁ μισθὸς
δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος.
ἀσκητὸς δ' ἐποίησεν Ἀθηναίης παλάμῃσιν
ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.

Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

[45] [2891] Ἔστι καὶ εἰς τοῦτον ἡμῶν˙

Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς
ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
Οἰκτείρω σ' οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ' ὅτι Μούσας
[2895] ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι˙ ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός˙ εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί˙

Ἀρτέμιδος τόδ' ἄγαλμα, διηκόσιαι δ' ἄρ' ὁ μισθὸς
[28910] δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα 〈τ〉ράγος.
Ἀσκητὸς δ' ἐποίησεν Ἀθηναίης παλάμῃσιν
〈Ν〉άξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.

Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν 〈* καὶ〉 εἰκοστὴν καὶ [28915] ἑκατοστὴν Ὀλυμπιάδα.