1.

[1.67] ἐκτὸς εἰ μή τι διὰ τοῦτο 〈τὸ〉 ῾῾κατὰ τὸ πλεῖστον᾽᾽ εἰρῆσθαι φήσουσιν, ἵνα ἥ τε πρὸς τὴν πάντων ἐνιαχοῦ [ἀπορίαν] ἐμπειρία〈ν〉 ἥ τε πρὸς τὸν ἰδιωτισμὸν διαφορὰ ὑποβάλληται. τοῦ μὲν γὰρ ἰδιώτου διενήνοχεν ὁ γραμματικὸς παρόσον οὐκ ὀλίγων, ὡς ἐκεῖνος, ἀλλὰ πλείστων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων ἔμπειρός ἐστι˙ τῆς δὲ τῶν πάντων γνώσεως ἀδυνάτου τάχα καθεστώσης κεχώρισται, ἐπεὶ οὐ πάντα, τὰ δὲ πλεῖστα ἐξ αὐτῶν ἐπαγγέλλεται γινώσκειν.