1.

[1.68] ταῦτα δὲ οὐκ ἀπολογουμένου ἦν, ἀλλὰ κακοῖς ἐπιπληροῦντος κακὰ καὶ μηκέτι μετρίως ἀλλ' ἄρδην ἐπισπωμένου τὰς ἀπορίας. πρῶτον μὲν οὖν ὡς τὰ πολλὰ ἀόριστά ἐστι καὶ τὴν σωρικὴν γεννᾷ ἀπορίαν (Cfr. PH II 253 et DL II 10, 108), οὕτω καὶ τὰ πλεῖστα. ὅθεν ἢ περιγραψάτωσαν ἡμῖν αὐτά, δείξαντες ἄχρι πόσων γνώσεως τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ῥητέον˙ ἢ εἴπερ ἐπὶ ἀορίστου μένουσιν ὑποσχέσεως, τὰ πλεῖστα γινώσκειν λέγοντες, παραδεχέσθωσαν τὴν παρὰ μικρὸν ἐρώτησιν.