1.

[1.69] τοῦ γὰρ πλείστου ὁρισθέντος ἀριθμοῦ ὁ ἑνὶ ἐλάσσων πλεῖστος ἀκμήν ἐστιν, ἐπεὶ τελέως ἄτοπον μονάδος προσθέσει τὸν μὲν πλεῖστον λέγειν τὸν δὲ μηδαμῶς. διόπερ ἀεὶ μονάδι μειονεκτούμενος ὁ κατ' αὐτοὺς πλεῖστος ἀριθμὸς ἐλεύσεται πάντως εἰς τὸ μηκέτι ἀριθμὸς πλεῖστος ὑπάρχειν, καὶ διὰ τοῦτο μηδὲ γραμματικήν˙ ὅπερ ἦν τῆς σωρικῆς ἀπορίας συμπέρασμα.