1.

[1.70] πῶς δ' οὐκ ὄντως γραμματικῆς παχύτητος τὸ ἐν ἀπείρῳ πλήθει λέγειν πλεῖστα; ὡς γὰρ τὸ ὀλιγώτερον πρός τί ἐστι καὶ κατὰ τὴν ὡς πρὸς τὸ πλεῖστον σχέσιν νοεῖται, οὕτω καὶ τὸ πλεῖστον κατὰ τὴν ὡς πρὸς τὸ ὀλίγον σχέσιν θεωρήσεται. εἰ οὖν τῶν πλείστων 〈τῶν〉 παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ἐμπειρίαν ἔχουσιν οἱ γραμματικοί, ὀλίγων τῶν λοιπῶν οὐκ ἔχουσιν˙