1.

[1.71] εἰ δὲ καὶ τὸ ληφθέν ἐστι πλεῖστον καὶ τὸ καταλειφθὲν ἔλασσον, οὐκέτι τὸ πᾶν γίνεται ἄπειρον. ὅμως δ' οὖν, ἵνα μηδὲν περὶ τούτων ἀκριβευώμεθα, ψεῦδός ἐστι τὸ τὰ πλεῖστα τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων γινώσκειν τὸν γραμματικόν˙ ἐλάχιστα γὰρ ἦν, πολλαπλασιόνων ἀπολειπομένων ἃ οὐκ οἶδε, καθὼς προβαινούσης τῆς ζητήσεως παραστήσω.