1.

[1.72] τὰ νῦν δὲ ἄλλην ἀπόδοσιν θεωρητέον.
Ἀσκληπιάδης (
v. adn. ad Dionys. Thr. § 1 (ed).
) τοίνυν μέμφεται τὸν Θρᾷκα Διονύσιον ἐμπειρίαν λέγοντα τὴν γραμματικήν, δι' ἣν αἰτίαν καὶ ὁ Πτολεμαῖος ἔφη, ἐγκαλεῖ δὲ αὐτῷ καὶ τὸ κατὰ τὸ πλεῖστον ἐμπειρίαν αὐτὴν ἀποφαίνειν. τοῦτο μὲν γὰρ τῶν στοχαστικῶν καὶ ὑπὸ τὴν τύχην πιπτουσῶν ἐστὶ τεχνῶν, ὥσπερ κυβερνητικῆς καὶ ἰατρικῆς˙ γραμματικὴ δὲ οὐκ ἔστι στοχαστικὴ ἀλλὰ μουσικῇ τε καὶ φιλοσοφίᾳ παραπλήσιος.