1.

[1.73] ῾῾εἰ μή τι δέδοικε᾽᾽ φησί ῾῾τὴν ὀλιγότητα τοῦ βίου ὡς οὐκ οὖσαν ἱκανὴν πρὸς τὸ πάντα περιλαβεῖν, ὅπερ ἐστὶν ἄτοπον, γραμματικοῦ ἀλλ' οὐ γραμματικῆς ποιήσεται τὸν ὅρον, ἐπείπερ οὗτος μὲν τυχὸν ἴσως ἐπιστήμων ἐστὶ τῶν 〈πλείστων〉 παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ὀλιγόβιον καθεστὼς ζῶον, ἡ δὲ γραμματικὴ πάντων εἴδησις.᾽᾽