1.

[1.74] ὅθεν τὸ μὲν ἀλλάξας τοῦ ὅρου τούτου τὸ δ' ἀνελών, οὕτως ἀποδίδωσι τῆς γραμματικῆς τὴν ἔννοιαν˙ ῾῾γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων.᾽᾽ οὐκ ἀνεῖλε δὲ ὁ ἀνὴρ τὰς ἀπορίας ἀλλ' ἐπέτεινεν˙ καὶ ἐν οἷς θέλει τὴν γραμματικὴν αὔξειν, ἐν τούτοις αὐτὴν ἀνεῖλεν. ἔστω γὰρ πάντων εἴδησις τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. οὐκοῦν ἐπεὶ οὐδέν ἐστιν εἴδησις παρὰ τὸν εἰδότα, οὐδὲ γραμματική 〈τι〉 παρὰ τὸν εἰδότα γραμματικόν, ὡς οὐδὲ περιπάτησις παρὰ τὸν περιπατοῦντα καὶ στάσις παρὰ τὸν ἑστῶτα καὶ κατάκλισις παρὰ τὸν κατακείμενον.