1.

[1.75] ὡμολόγηται δὲ ὁ γραμματικὸς μὴ ἔχειν πάντων εἴδησιν˙ οὐκ ἄρα ἔτι ἔστιν εἴδησις πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, διὰ δὲ τοῦτο οὐδὲ γραμματική. καὶ ἄλλως, εἴπερ τέχνη ἐστὶν ἡ γραμματική, εἴδησις οὖσα πάντων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ἡ δὲ τέχνη σύστημα ἐκ καταλήψεων (Cfr. PH III 168 et
SVF fr. I 73 Arn. (ed).
) [τῶν περὶ τὸν γραμματικόν], ἐξ ἀνάγκης μηδενὸς ἔχοντος πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων κατάληψιν ἀνύπαρκτος γίνεται ἡ γραμματική.