1.

[1.77] ἐπεὶ γὰρ τῶν παρ' Ἕλλησι λεκτῶν καὶ νοητῶν τὰ μέν ἐστιν ὑπὸ τέχναις τὰ δ' οὔ, τῶν μὲν ὑπὸ τέχναις οὐκ οἴεται τέχνην εἶναι καὶ ἕξιν τὴν γραμματικήν, οἷον ἐν μὲν μουσικῇ τῆς διὰ τεσσάρων συμφωνίας καὶ τῆς μεταβολῆς τῶν συστημάτων, ἐν δὲ μαθηματικῇ ἐκλείψεως ἢ τῆς τῶν κύκλων θέσεως˙ τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἄλλων νοητέον τεχνῶν˙ οὐδενὸς γὰρ τῶν ὑπ' αὐταῖς εἴδησις ἡ γραμματική, ἀλλὰ μέθοδός τίς ἐστι τῶν παρὰ ταύτας ἑτέρων λεκτῶν τε καὶ νοητῶν,