1.

[1.80] Ἀλλὰ τὰ μὲν τῆς ἀποδόσεως τοιαῦτα, πῇ μὲν μετριώτερα τῶν Διονυσίου ἀτοπημάτων πῇ δὲ χείρονα. ὅτι μὲν γὰρ τῆς σωρικῆς ἀπορίας ἐξέλυσε τὴν γραμματικὴν καὶ τῶν ἀλλοτρίων κεχώρικε θεωρημάτων, μουσικῆς τε καὶ μαθηματικῆς, ὡς μὴ προσηκόντων, αὐτόθεν συμφανές˙ τοῦ δὲ μὴ ἀνυπόστατον ὑπάρχειν οὐδαμῶς αὐτὴν ἐρρύσατο, ἀλλὰ καὶ εἰς τὸ εἶναι τοιαύτην μᾶλλον συνηγωνίσατο.